Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.127 Joseph. AJ 20.131 (English) >>Joseph. AJ 20.136

20.129καὶ οἱ μὲν ἀπῄεσαν ἄπρακτοι. μετʼ οὐ πολὺν δὲ χρόνον Κουαδρᾶτος ἧκεν εἰς Σαμάρειαν, ἔνθα διακούσας αἰτίους τῆς ταραχῆς ὑπέλαβε γεγονέναι τοὺς Σαμαρεῖς. Σαμαρέων δὲ καὶ Ἰουδαίων οὕστινας νεωτερίσαντας ἔμαθεν ἀνεσταύρωσεν οὓς Κουμανὸς ἔλαβεν αἰχμαλώτους. 20.130κἀκεῖθεν εἰς κώμην τινὰ παραγενόμενος Λύδδαν πόλεως τὸ μέγεθος οὐκ ἀποδέουσαν καθίσας ἐπὶ βήματος κἀκ δευτέρου τῶν Σαμαρέων διακούσας διδάσκεται παρά τινος Σαμαρέως, ὅτι τῶν Ἰουδαίων τις πρῶτος ὄνομα Δόητος καί τινες σὺν αὐτῷ νεωτερισταὶ τέσσαρες τὸν ἀριθμὸν πείσειαν τὸν ὄχλον ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει. 20.131κἀκείνους μὲν Κουαδρᾶτος ἀνελεῖν προσέταξεν, τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀνέπεμψεν περὶ τῶν πεπραγμένων λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι. 20.132κελεύει δὲ καὶ τοῖς τῶν Σαμαρέων πρώτοις καὶ τοῖς Ἰουδαίοις Κουμανῷ τε τῷ ἐπιτρόπῳ καὶ Κέλερι, χιλίαρχος δʼ ἦν οὗτος, ἐπʼ Ἰταλίας ἀπιέναι πρὸς τὸν αὐτοκράτορα κριθησομένους ἐπʼ αὐτοῦ περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. 20.133αὐτὸς δὲ δείσας, μὴ τὸ πλῆθος πάλιν τῶν Ἰουδαίων νεωτερίσειεν, εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀφικνεῖται· καταλαμβάνει δʼ αὐτὴν εἰρηνευομένην καὶ πάτριον ἑορτὴν τῷ θεῷ τελοῦσαν. πιστεύσας οὖν μηδένα νεωτερισμὸν παρʼ αὐτῶν γενήσεσθαι καταλιπὼν ἑορτάζοντας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.127 Joseph. AJ 20.131 (English) >>Joseph. AJ 20.136

Powered by PhiloLogic